Ancient Greek · ~1 min
Section 37
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 37
Not analysed yet
Μάρτυρες τὰ μὲν ἡμέτερα δίκαια, καθʼ ἃ προσηκόντως ἔχειν φαμὲν τὸν κλῆρον, ταῦτʼ ἐστίν, ὦ ἄνδρες· δεόμεθα δʼ ὑμῶν βοηθεῖν ἡμῖν καὶ ἕνεκα Ἀπολλοδώρου καὶ ἕνεκα τοῦ ἐκείνου πατρός· οὐ γὰρ ἀχρήστους αὐτοὺς εὑρήσετε πολίτας, ἀλλʼ ὡς οἷόν τʼ εἰς τὰ ὑμέτερα προθυμοτάτους.