Ancient Greek · ~1 min
Section 41
Isaeus, Περὶ τοῦ Απολλοδώρου κλήρου 41
Not analysed yet
ἐκεῖνος τοίνυν τοιοῦτος ἦν· ἀνθʼ ὧν δικαίως ἂν αὐτῷ ταύτην τὴν χάριν ἀποδοίητε, τὴν ἐκείνου γνώμην περὶ τῶν αὑτοῦ κυρίαν εἶναι ποιήσαντες. καὶ μὴν καὶ ἐμέ γε, ὅσα κατὰ τὴν ἐμὴν ἡλικίαν, εὑρήσετε οὐ κακὸν οὐδὲ ἄχρηστον. ἐστράτευμαι τὰς στρατείας τῇ πόλει, τὰ προσταττόμενα ποιῶ· τοῦτο γὰρ τῶν τηλικούτων ἔργον ἐστί.