Ancient Greek
Section 1
Isidore of Charax, Mansiones Parthicae 1.1
Not analysed yet
1. Διαβάντων τὸν Εὐφράτην κατὰ Ζεῦγμα, πόλις ἐστὶν Ἀπάμεια, εἶτα Δαίαρα κώμη. Ἀπέχει δὲ Ἀπαμείας καὶ τοῦ Εὐφράτου ποταμοῦ σχοίνους γ΄. Εἶτα Χάραξ Σίδου, ὑπὸ δὲ Ἑλλήνων Ἀνθεμουσιὰς πόλις, σχοῖνοι ε΄· μεθʼ ἣν Κοραία ἡ ἐν Βατάνῃ, ὀχύρωμα, σχοῖνοι γʼ. Ἐν δεξιοῖς ταύτης Μαννούορρα Λὐυρὴθ, ὀχύρωμα καὶ κρήνη, ἐξ ἧς ἄρδουσιν οἱ ἐγχώριοι, σχοῖνοι ε΄. Εἶτα Κομμισίμβηλα ὀχύρωμα· παραρρεῖ δὲ ποταμὸς Βίληχα, σχολνοι δ΄. Εἶτα Ἄλαγμα ὀχύρωμα, σταθμὸς βασιλικὸς, σχοῖνοι γ΄· μεθʼ ὃν Ἴχναι πόλις Ἑλληνὶς, Μακεδόνων κτίσμα· κεῖται δʼ ἐπὶ Βάλιχα ποταμοῦ, σχοῖνοι γ΄. Εἶτα Νικηφόριον παῤ Εὐφράτην πόλις Ἑλληνὶς, κτίσμα Ἀλεξάνδρου βασιλέως, σχοῖνοι ε΄. Ἔνθεν παραποταμία Γαλάβαθα, κώμη ἔρημος, σχοῖνοι δ΄, Εἶτα Χουμβανὴ κώμη, σχοῖνος α΄ ἔνθεν Θιλλάδα Μιρράδα, σταθμὸς βασιλικὸς, σχοῖνοι δ΄, βασίλεια, Ἀρτέμιδος ἱερὸν, Δαρείου κτίσμα, κωμόπολις· ἐνταῦθα Σεμιράμιδός ἐστι διῶρυξ, καὶ λίθοις πέφρακται ὁ Εὐφράτης, ἵνα στενοχωρούμενος ὑπερκλύζῃ τὰ πεδία· θέρους μέντοι ναυαγεῖ τὰ πλοῖα, Εἶτα Ἀλλὰν κωμόπολις, σχοῖνοι δ΄· ἔνθεν Βηονὰν, Ἀρτέμιδος ἱερὸν, σχοῖνοι δ΄. Εἶτα Φάλιγα κώμη πρὸς τῷ Εὐφράτῃ· λέγοιτο δʼ ἂν ἑλληνιστὶ μεσοπορικὸν, σχοῖνοι Ϛ΄. Ἀπὸ Ἀντιοχείας ἕως τούτου σχοῖνοι ρκ΄· ἐντεῦθεν δὲ ἐπὶ Σελεύκειαν τὴν πρὸς τῷ Τίγριδι σχοῖνοι ρ΄. Παράκειται δὲ τῆ Φάλιγα κωμόπολις Ναβαγὰθ, καὶ παραρρεῖ αὐτὴν ποταμὸς Ἀβούρας, ὃς ἐμβέλλει εἰς τὸν Εὐφράτην· ἐκεῖθεν διαβαίνει τὰ στρατόπεδα εἰς τὴν κατὰ Ῥωμαίους πέραν. Εἶτα Ἄσιχα κώμη, σχοῖνοι δʼ· ἔνθεν Δοῦρα Νικάνορος πόλις, κτίσμα Μακεδόνων, ὑπὸ δὲ Ἑλλήνων Εὔρωπος καλεῖται, σχοῖνοι Ϛ΄. Εἶτα Μέραν ὀχύρωμα, κωμόπολις, σχοῖνοι ε΄. Εἶτα Γιδδὰν πόλις, σχοῖνοι ε΄. Εἶτα Βηλεσὶ Βιβλάδα, σχοῖνοι ζ΄. Ἔνθεν νῆσος κατὰ τὸν Εὐφράτην, σχοῖνοι Ϛ΄· ἐνταῦθα γάζα ἦν Φραάτου τοῦ ἀποσφάξαντος τὰς παλλακίδας, ὅτε Τηριδάτης φυγὰς ὢν εἰσέβαλεν. Εἶτα Ἀναθὼ νῆσος κατὰ τὸν Εὐφράτην σταδίων δ΄, ἐν ᾗ πόλις, σχοῖνοι δ΄· μεθʼ ἣν Θιλαβοὺς νῆσος κατὰ τὸν Εὐφράτην, ἔνθα γάζα Πάρθων, σχοῖνοι β΄. Εἶτα Ἴζαν νησόπολις, σχοῖνοι ιβ΄. Εἶτα Ἀείπολις, ἔνθα ἀσφαλτίτιδες πηγαὶ, σχοῖνοι ιϚ΄. Ἔνθεν Βεσήχανα πόλις, ἐν ᾗ ἱερὸν Ἀτάργατι, σχοῖνοι ιβ΄. Εἶτα Νεάπολις παρὰ τὸν Εὐφράτην, σχοῖνοι κβ΄. Ἔνθεν διαβάντων τὸν Εὐφράτην καὶ Ναρμάλχαν ἐπὶ Σελεύκειαν τὴν πρὸς τῷ Τίγριδι, σχοῖνοι θ΄. Ἄχρι τούτου Μεσοποταμία καὶ Βαβυλωνία· καὶ εἰσὶν ἀπὸ Ζεύγματος ἄχρι Σελευκείας σχοῖνοι ροα΄.