Ancient Greek
1.2 to 1.10
Isidore of Charax, Mansiones Parthicae 1.2-10
Not analysed yet
2. Ἐντεῦθεν ἄρχεται ἡ Ἀπολλωνιᾶτις, ἥτις κατέχει σχοίνους λγ΄. Ἔχει δὲ κώμας, ἐν αἷς σταθμὸς, πόλιν δὲ Ἑλληνίδα Ἀρτεμίτα· διὰ μέσης δὲ ταύτης ῥεῖ ποταμὸς Σίλλᾳ. Εἰσὶ δὲ εἰς αὐτὴν ἀπὸ Σελευκείας σχοῖνοι ιε΄. Νῦν μέντοι ἡ πόλις καλεῖται Χαλάσαρ. 3. Ἐντεῦθεν ἡ s Χαλωνῖτις, σχοῖνοι κα΄· ἐν ᾗ κῶμαι ε΄, ἐν αἷς σταθμὸς, πόλις δὲ Ἑλληνὶς Χάλα, ἀπὸ τῆς Ἀπολλωνιάτιδος σχοῖνοι ιε΄, Εἶτα ἀπὸ σχοίνων ε΄. ὄρος ὃ καλεῖται Ζάγρος, ὅπερ ὁρίζει τὴν Χαλωνῖτιν χώραν καὶ τὴν τῶν Μήδων. 4. Ἐντεῦθεν s Μηδία, ἥτις κατέχει σχοίνους κβ΄. Ἡ ἀρχὴ αὐτῶν ἡ χώρα Κάρινα· ἐν ᾗ κῶμαι ε΄, ἐν αἷς σταθμὸς, πόλις δὲ οὐδεμία. 5. Ἐντεῦθεν Καμβαδηνὴ, s ἥτις κατέχει σχοίνους λα΄, ἐν ᾗ κῶμαι ε΄, ἐν αἷς σταθμὸς, πόλις δὲ Βάπτανα ἐπʼ ὄρους κειμένη· ἔνθα Σεμιράμιδος ἄγαλμα καὶ στήλη. 6. Ἐντεῦθεν ἡ Μνδία ἡ ἄνω, σχοῖνοι λη΄· καὶ ἄρχεται εὐθὺς πόλις Κογκοβάρ· ἔνθα Ἀρτέμιδος ἱερὸν, σχοῖνοι γ΄. Εἶτα Βαζιγράβαν, ὅ ἐστι τελώνιον, σχοῖνοι γ΄. Εἶτα εἰς Ἀδραπάναν τὰ βασίλεια τῶν νολις, ἃ Τιγράνης ὁ Ἄρμένιος καθεῖλε, σχοῖνοι δ΄. Εἶτα Βάτανα, μητρόπολις Μηδίας καὶ θησαυροφυλάκιον καὶ ἱερὸν, ὅπερ Ἀναΐτιδος· ἀεὶ θύουσιν· σχοῖνοι ιβ΄, Εἶτα ἑξῆς τρεῖς κῶμαι, ἐν αἷς σταθμός. 7. Ἐντεῦθεν Ῥαγιανὴ Μηδία, σχοῖνοι νη΄. Ἐν ᾗ κῶμαι ι΄, πόλεις δὲ ε΄. Ἀπὸ σχοίνων ζ΄ Ῥάγα καὶ Χάραξ, ὧν μεγίστη τῶν κατὰ τὴν Μηδίαν ἡ Ῥάγα. Εἰς δὲ τὴν Χάρακα πρῶτος βασιλεὺς Φραάτης τοὺς Μάρδους ᾤκισεν· ἔστιν ὑπὸ τὸ ὄρος, ὃ καλεῖται Κάσπιος, ἀφʼ οὗ Κάσπιαι πύλαι. 8. Ἐντεῦθεν ὑπερβάντων τὰς Κασπίας πύλας ἐστὶν αὐλὼν καὶ ἡ Χοαρηνὴ, σχοῖνοι ιθ΄. · ἐν ᾗ Ἀπάμεια πόλις ἀπὸ σχοίνων δ΄· κῶμαι δέ δ΄, ἐν αἷς σταθμός. Ἐντεῦθεν Κομισηνὴ, s σχοῖνοι νη΄, ἐν ᾗ κῶμαι η΄, ἐν αἷς σταθμός· πόλις δὲ οὐκ ἔστιν. 10. Ἐντεῦθεν Ὑρκανία, σχοῖνοι ξ΄, ἐν ᾗ κῶμαι ια΄, ἐν αἷς σταθμοί.