Ancient Greek · ~1 min
Section 11
Isocrates, Ἐπιστολαὶ ζʹ Τιμοθέῳ 11
Not analysed yet
περί τε γὰρ τὰς διατριβὰς τὰς αὐτὰς γεγόναμεν καὶ τῇ τέχνῃ πολλάκις αὐτοῦ κέχρημαι καὶ τὸ τελευταῖον περὶ τῆς ἀποδημίας τῆς ὡς σὲ σύμβουλος ἐγενόμην αὐτῷ. διὰ δὴ ταῦτα πάντα βουλοίμην ἄν σε καλῶς αὐτῷ χρήσασθαι καὶ συμφερόντως ἀμφοτέροις ἡμῖν, καὶ γενέσθαι φανερόν, ὅτι μέρος τι καὶ δι’ ἐμὲ γίγνεταί τι τῶν δεόντων αὐτῷ.