Ancient Greek · ~2 min
Section 144
Isocrates, Περὶ ἀντιδόσεως 144
Not analysed yet
ἀποφαίνεις γὰρ τούς τε λόγους οὓς γέγραφας οὐ μέμψεως ἀλλὰ χάριτος τῆς μεγίστης ἀξίους ὄντας, τῶν τε πεπλησιακότων σοι τοὺς μὲν οὐδὲν ἠδικηκότας οὐδʼ ἡμαρτηκότας, τοὺς δὲ διʼ ἀρετὴν ὑπὸ τῆς πόλεως ἐστεφανωμένους, τά τε καθʼ ἡμέραν οὕτω κοσμίως καὶ τεταγμένως βεβιωκότα σαυτὸν ὡς οὐκ οἶδʼ εἴ τις ἄλλος τῶν πολιτῶν, ἔτι δὲ μήτε δεδικασμένον μηδενὶ μήτε πεφευγότα πλὴν περὶ ἀντιδόσεως, μήθʼ ἑτέροις συνηγωνισμένον μήτε μεμαρτυρηκότα, μήτʼ ἄλλο πεποιηκότα μηδέν, ἐν οἷς ἅπαντες πολιτευόμενοι τυγχάνουσι.