Ancient Greek · ~1 min
Section 323
Isocrates, Περὶ ἀντιδόσεως 323
Not analysed yet
ὡς οὖν ἐμοῦ ταύτην ἔχοντος τὴν γνώμην, καὶ νομίζοντος ὅ τι ἂν ὑμῖν δόξῃ, τοῦθʼ ἕξειν μοι καλῶς καὶ συμφερόντως, ὅπως ἕκαστος ὑμῶν χαίρει καὶ βούλεται, τοῦτον τὸν τρόπον φερέτω τὴν ψῆφον.