Ancient Greek · ~2 min
Section 72
Isocrates, Ἀρχίδαμος 72
Not analysed yet
οἶμαι μὲν οὖν οὐδὲν συμβήσεσθαι δεινότερον τῶν νῦν παρόντων, ἀλλὰ τοὺς ἐχθροὺς τοιαῦτα βουλεύσεσθαι καὶ πράξειν, ἐξ ὧν ἐπανορθώσουσιν ἡμᾶς· ἂν δʼ ἄρα ψευσθῶμεν τῶν ἐλπίδων καὶ πανταχόθεν ἐξειργώμεθα καὶ μηδὲ τὴν πόλιν ἔτι δυνώμεθα διαφυλάττειν, χαλεπὰ μέν ἐστιν ἃ μέλλω λέγειν, ὅμως δʼ οὐκ ὀκνήσω παρρησιάσασθαι περὶ αὐτῶν. καὶ γὰρ ἐξαγγελθῆναι τοῖς Ἕλλησι καλλίω ταῦτʼ ἐστί, καὶ μᾶλλον ἁρμόττοντα τοῖς ἡμετέροις φρονήμασιν, ὧν ἔνιοί τινες ἡμῖν συμβουλεύουσιν.