Ancient Greek · ~1 min
Section 81
Isocrates, Ἀρεοπαγιτικός 81
Not analysed yet
ἀλλὰ πολλὴν ἡσυχίαν ἦγον. νῦν δʼ εἰς τοῦτο τὰ πράγματα περιέστηκεν, ὥσθʼ οἱ μὲν μισοῦσι τὴν πόλιν, οἱ δὲ καταφρονοῦσιν ἡμῶν· καὶ περὶ μὲν τοῦ μίσους τῶν Ἑλλήνων αὐτῶν ἀκηκόατε τῶν στρατηγῶν· ὡς δὲ βασιλεὺς ἔχει πρὸς ἡμᾶς, ἐκ τῶν ἐπιστολῶν ὧν ἔπεμψεν ἐδήλωσεν.