Ancient Greek · ~1 min
Section 2
Isocrates, Βούσιρις 2
Not analysed yet
ἐπειδὴ δʼ οὔπω περιτετυχήκαμεν ἀλλήλοις, περὶ μὲν τῶν ἄλλων, ἤν ποτʼ εἰς ταὐτὸν ἔλθωμεν, τόθʼ ἡμῖν ἐξέσται διὰ πλειόνων ποιήσασθαι τὴν συνουσίαν, ἃ δʼ ἐν τῷ παρόντι δυναίμην ἂν εὐεργετῆσαί σε, ταῦτα δʼ ᾠήθην χρῆναι σοὶ μὲν ἐπιστεῖλαι, πρὸς δὲ τοὺς ἄλλους ὡς οἷόν τε μάλιστʼ ἀποκρύψασθαι.