Ancient Greek · ~1 min
Section 1
Isocrates, Περὶ τοῦ ζεύγους 1
Not analysed yet
περὶ μὲν οὖν τοῦ ζεύγους τῶν ἵππων, ὡς οὐκ ἀφελόμενος ὁ πατὴρ Τεισίαν εἶχεν, ἀλλὰ πριάμενος παρὰ τῆς πόλεως τῆς Ἀργείων, τῶν τε πρέσβεων τῶν ἐκεῖθεν ἡκόντων καὶ τῶν ἄλλων τῶν εἰδότων ἀκηκόατε μαρτυρούντων· τὸν αὐτὸν δὲ τρόπον ἅπαντές εἰσιν εἰθισμένοι με συκοφαντεῖν.