Ancient Greek
Section 30
Isocrates, Περὶ τοῦ ζεύγους 30
Not analysed yet
καίτοι τί χρὴ τὸν τῶν μεγίστων ἐπαίνων ἄξιον; οὐ μετὰ μὲν τῶν βελτίστων ἐκ τῆς πόλεως στρατευόμενον ἀριστείων ἀξιοῦσθαι, πρὸς δὲ τοὺς κρατίστους τῶν Ἑλλήνων ἀντιστρατηγοῦντʼ ἐν ἅπασι τοῖς κινδύνοις αὐτῶν φαίνεσθαι περιγιγνόμενον; ἐκεῖνος τοίνυν τῶν μὲν νέος ὢν ἔτυχε, τὰ δʼ ἐπειδὴ πρεσβύτερος ἦν ἔπραξεν.