Ancient Greek · ~1 min
Section 63
Isocrates, Περὶ εἰρήνης 63
Not analysed yet
ἃ μὲν οὖν ὑπάρχειν δεῖ τοῖς μέλλουσιν εὐδαιμονήσειν, τὴν εὐσέβειαν καὶ τὴν σωφροσύνην καὶ τὴν δικαιοσύνην καὶ τὴν ἄλλην ἀρετὴν ὀλίγῳ πρότερον εἰρήκαμεν· ὡς δʼ ἂν τάχιστα πρὸς τὸ τοιοῦτοι γενέσθαι παιδευθεῖμεν, ἀληθὲς μέν ἐστι τὸ ῥηθησόμενον, ἴσως δʼ ἂν ἀκούσασιν ὑμῖν δεινὸν εἶναι δόξειε καὶ παρὰ πολὺ τῆς τῶν ἄλλων ἐξηλλαγμένον διανοίας.