Ancient Greek · ~2 min
Section 11
Isocrates, Ἐπιστολαὶ δʹ Ἀντιπάτρῳ 11
Not analysed yet
ἐκείνους τε γὰρ νικᾶν μὲν ἂν βούλεσθαι, καταβῆναι δ’ εἰς αὐτοὺς οὐκ ἂν τολμῆσαι διὰ τὸ μὴ μετεσχηκέναι ῥώμης ἀξίας τῶν στεφάνων, τῶν τε παρ’ ὑμῶν τιμῶν εὔξασθαι μὲν ἂν τυχεῖν, ἐφίξεσθαι δ’ αὐτῶν οὐ προσδοκᾶν· τήν τε γὰρ ἀπειρίαν τὴν αὑτοῦ καταπεπλῆχθαι καὶ τὴν λαμπρότητα τὴν ὑμετέραν, ἔτι δὲ καὶ τὸ σωμάτιον οὐκ εὐκρινὲς ὂν ἀλλ’ ἔχον ἄττα σίνη νομίζειν ἐμποδιεῖν αὑτὸν πρὸς πολλὰ τῶν πραγμάτων.