Ancient Greek · ~1 min
Section 13
Isocrates, Ἐπιστολαὶ δʹ Ἀντιπάτρῳ 13
Not analysed yet
καὶ μὴ θαυμάσῃς, μήτ’ εἰ μακροτέραν γέγραφα τὴν ἐπιστολὴν μήτ’ εἴ τι περιεργότερον καὶ πρεσβυτικώτερον εἰρήκαμεν ἐν αὐτῇ· πάντων γὰρ τῶν ἄλλων ἀμελήσας ἑνὸς μόνον ἐφρόντισα, τοῦ φανῆναι σπουδάζων ὑπὲρ ἀνδρῶν φίλων καὶ προσφιλεστάτων μοι γεγενημένων.