Ancient Greek
Section 10
Isocrates, Παραγραφή πρὸς Καλλίμαχον 10
Not analysed yet
καὶ ὅτι τύχῃ μᾶλλον ἢ τῷ δικαίῳ κρίνεται τὰ παρʼ ὑμῖν, ὥστε λυσιτελεῖν μοι μίκρʼ ἀναλώσαντι μεγάλων ἐγκλημάτων ἀπαλλαγῆναι μᾶλλον ἢ μηδὲν ἀποτείσαντι κινδυνεύειν περὶ τηλικούτων. τί δʼ ἂν ὑμῖν τὰ πολλὰ καθʼ ἕκαστον διηγοίμην; οὐδὲν γὰρ παρέλιπον τῶν εἰθισμένων περὶ τῶν τοιούτων λέγεσθαι. τελευτῶν δʼ οὖν ἐπείσθην, ἅπαντα γὰρ εἰρήσεται τἀληθῆ πρὸς ὑμᾶς, δοῦναι τούτῳ διακοσίας δραχμάς. ἵνα δὲ μὴ πάλιν ἐξείη συκοφαντεῖν αὐτῷ, δίαιταν ἐπὶ ῥητοῖς ἐπετρέψαμεν Νικομάχῳ Βατῆθεν. Μάρτυρες