Ancient Greek
Section 27
Isocrates, Παραγραφή πρὸς Καλλίμαχον 27
Not analysed yet
ἐνθυμεῖσθε δʼ ὅτι περὶ τῶν μεγίστων ἥκετε δικάσοντες· περὶ γὰρ συνθηκῶν τὴν ψῆφον οἴσετε, ἃς οὐδὲ πώποτʼ οὔθʼ ὑμῖν πρὸς ἑτέρους οὔτʼ ἄλλοις πρὸς ὑμᾶς ἐλυσιτέλησε παραβῆναι, τοσαύτην δʼ ἔχουσι δύναμιν ὥστε τὰ πλεῖστα τοῦ βίου καὶ τοῖς Ἕλλησι καὶ τοῖς βαρβάροις διὰ συνθηκῶν εἶναι.