Ancient Greek
Section 40
Isocrates, Παραγραφή πρὸς Καλλίμαχον 40
Not analysed yet
ἂν δʼ ἄρα μέμνηται τῶν ἐπὶ τῆς ὀλιγαρχίας γεγενημένων, ἁξιοῦτε αὐτὸν μὴ ʼκείνων κατηγορεῖν, ὑπὲρ ὧν οὐδεὶς ἀπολογήσεται, ἀλλʼ ὡς ἐγὼ τὰ χρήματα εἴληφα διδάσκειν, περὶ οὗπερ ὑμᾶς δεῖ ψηφίζεσθαι, μηδʼ ὡς αὐτός δεινὰ πέπονθεν ἀποφαίνειν, ἀλλʼ ὡς ἐγὼ πεποίηκα ἐξελέγχειν, παρʼ οὗπερ ἀξιοῖ τἀπολωλότα κομίζεσθαι·