Ancient Greek
Section 44
Isocrates, Παραγραφή πρὸς Καλλίμαχον 44
Not analysed yet
ἆρʼ οὐκ ἄξιον φοβεῖσθαι μὴ συγχυθέντων τῶν ὅρκων πάλιν εἰς ταὐτὰ καταστῶμεν ἐξ ὧνπερ ἠναγκάσθημεν τὰς συνθήκας ποιήσασθαι; καὶ μὴν οὐ δεῖ γʼ ὑμᾶς παρʼ ἑτέρων μαθεῖν. ὅσον ἐστὶν ὁμόνοια ἀγαθὸν ἢ στάσις κακόν· οὕτω γὰρ ἀμφοτέρων σφόδρα πεπείρασθε, ὥστε καὶ τοὺς ἄλλους ὑμεῖς ἄριστʼ ἂν διδάξαιτε περὶ αὐτῶν.