Ancient Greek
Section 68
Isocrates, Παραγραφή πρὸς Καλλίμαχον 68
Not analysed yet
καὶ γὰρ ἄν εἴη δεινὸν εἰ τοὺς μὲν ἠδικηκότας τιμωρίας ἀφεῖναι κύριαι γένοιντο, ἐφʼ ἡμῖν δὲ τοῖς εὖ πεποιηκόσιν ἄκυροι κατασταθεῖεν. ἄξιον δὲ τὴν παροῦσαν τύχην διαφυλάττειν, ἐνθυμουμένους, ὅτι ἑτέρας μὲν πόλεις ἐποίησαν ἤδη συνθῆκαι μᾶλλον στασιάσαι, τὴν δʼ ἡμετέραν μᾶλλον ὁμονοεῖν. ὧν χρὴ μεμνημένους ἅμα τά τε δίκαια καὶ τὰ συμφέροντα ψηφίσασθαι.