Ancient Greek
Section 8
Isocrates, Παραγραφή πρὸς Καλλίμαχον 8
Not analysed yet
ἐγὼ δʼ ὑμῖν παρέξομαι μάρτυρας πρῶτον μὲν τοὺς ἐξ ἀρχῆς παραγενομένους, ὡς οὔτʼ ἐπελαβόμην οὔτʼ ἐφηψάμην τῶν χρημάτων, ἔπειτα Ῥίνωνα καὶ τοὺς συνάρχοντας, ὡς οὐκ ἐγὼ τὴν φάσιν ἀλλὰ Πατροκλῆς ἐποιήσατο πρὸς αὐτούς, ἔτι δὲ τοὺς βουλευτάς, ὡς ἐκεῖνος ἦν ὁ κατηγορῶν. καί μοι κάλει τούτων μάρτυρας. Μάρτυρες