Ancient Greek · ~1 min
Section 1
Isocrates, Πρὸς Εὐθύνους ἀμάρτυρος 1
Not analysed yet
οὐ προφάσεως ἀπορῶ, διʼ ἥντινα λέγω ὑπὲρ Νικίου τουτουί· καὶ γὰρ φίλος ὤν μοι τυγχάνει καὶ δεόμενος καὶ ἀδικούμενος καὶ ἀδύνατος εἰπεῖν, ὥστε διὰ ταῦτα πάντα ὑπὲρ αὐτοῦ λέγειν ἀναγκάζομαι.