Ancient Greek · ~1 min
Section 14
Isocrates, Πρὸς Εὐθύνους ἀμάρτυρος 14
Not analysed yet
καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω αὐτὸς ἂν ὑμῖν Εὐθύνους μαρτυρήσειεν· ἐπίσταται γὰρ ὅτι Τιμόδημος τουτονὶ τριάκοντα μνᾶς ἐπράξατο, οὐ χρέος ἐγκαλῶν ἀλλʼ ἀπάξειν ἀπειλῶν. καίτοι πῶς εἰκὸς Νικίαν εἰς τοῦτʼ ἀνοίας ἐλθεῖν, ὥστʼ αὐτὸν περὶ τοῦ σώματος κινδυνεύοντα ἑτέρους συκοφαντεῖν,