Ancient Greek
Section 16
Isocrates, Πρὸς Εὐθύνους ἀμάρτυρος 16
Not analysed yet
περὶ μὲν οὖν τούτων ἱκανὰ τὰ εἰρημένα. ἴσως δʼ Εὐθύνους ἐρεῖ, ἃ καὶ πρότερον ἤδη, ὅτι οὐκ ἄν ποτʼ ἀδικεῖν ἐπιχειρῶν τὰ μὲν δύο μέρη τῆς παρακαταθήκης ἀπέδωκε, τὸ δὲ τρίτον μέρος ἀπεστέρησεν, ἀλλʼ εἴτε ἀδικεῖν ἐπεθύμει εἴτε δίκαιος ἐβούλετο εἶναι, περὶ ἁπάντων ἂν τὴν αὐτὴν γνώμην ἔσχεν.