Ancient Greek
Section 38
Isocrates, Νικόκλης ἢ Κύπριοι 38
Not analysed yet
ἔπειτα καὶ προσήκειν ἡγησάμην τοσούτῳ τοὺς βασιλεῖς βελτίους εἶναι τῶν ἰδιωτῶν, ὅσῳ περ καὶ τὰς τιμὰς μείζους αὐτῶν ἔχουσι, καὶ δεινὰ ποιεῖν ὅσοι τοὺς μὲν ἄλλους κοσμίως ζῆν ἀναγκάζουσιν, αὐτοὶ δʼ αὑτοὺς μὴ σωφρονεστέρους τῶν ἀρχομένων παρέχουσιν.