Ancient Greek
Section 57
Isocrates, Νικόκλης ἢ Κύπριοι 57
Not analysed yet
προτρέπετε τοὺς νεωτέρους ἐπʼ ἀρετὴν μὴ μόνον παραινοῦντες, ἀλλὰ καὶ περὶ τὰς πράξεις ὑποδεικνύοντες αὐτοῖς οἵους εἶναι χρὴ τοὺς ἄνδρας τοὺς ἀγαθούς. διδάσκετε τοὺς παῖδας τοὺς ὑμετέρους αὐτῶν πειθαρχεῖν, καὶ περὶ τὴν παίδευσιν τὴν εἰρημένην ἐθίζετʼ αὐτοὺς ὡς μάλιστα διατρίβειν· ἢν γὰρ καλῶς ἄρχεσθαι μάθωσι, πολλῶν ἄρχειν δυνήσονται, καὶ πιστοὶ μὲν ὄντες καὶ δίκαιοι μεθέξουσι τῶν ἡμετέρων ἀγαθῶν, κακοὶ δὲ γενόμενοι κινδυνεύσουσι περὶ τῶν ὑπαρχόντων.