Ancient Greek · ~1 min
Section 122
Isocrates, Παναθηναικός 122
Not analysed yet
οὐ σφαγὰς μητέρων καὶ μίξεις καὶ παιδοποιίας ἐξ ὧν ἐτύγχανον αὐτοὶ πεφυκότες; οὐ παίδων βρῶσιν ὑπὸ τῶν οἰκειοτάτων ἐπιβεβουλευμένην; οὐκ ἐκβολὰς ὧν ἐγέννησαν, καὶ καταποντισμοὺς καὶ τυφλώσεις καὶ τοσαύτας τὸ πλῆθος κακοποιίας, ὥστε μηδένα πώποτε ἀπορῆσαι τῶν εἰθισμένων καθʼ ἕκαστον τὸν ἐνιαυτὸν εἰσφέρειν εἰς τὸ θέατρον τὰς τότε γεγενημένας συμφοράς;