Ancient Greek · ~1 min
Section 201
Isocrates, Παναθηναικός 201
Not analysed yet
ἐλθὼν δʼ ὁ κληθεὶς καὶ διαναγνοὺς τὸν λόγον ʽτὰ γὰρ μεταξὺ τί δεῖ λέγοντα διατρίβειν; ʼ, ἐδυσχέρανε μὲν ἐπʼ οὐδενὶ τῶν γεγραμμένων, ἐπῄνεσε δʼ ὡς δυνατὸν μάλιστα, καὶ διελέχθη περὶ ἑκάστου τῶν μερῶν παραπλησίως οἷς ἡμεῖς ἐγιγνώσκομεν· οὐ μὴν ἀλλὰ φανερὸς ἦν οὐχ ἡδέως ἔχων ἐπὶ τοῖς περὶ Λακεδαιμονίων εἰρημένοις.