Ancient Greek · ~1 min
Section 22
Isocrates, Παναθηναικός 22
Not analysed yet
ταῦτα μὲν οὖν οὐχ οἷόν τʼ ἄλλως ἔχειν, ἀλλʼ ἀνάγκη στέργειν τοῖς ἤδη συμβεβηκόσι. πολλῶν δέ μοι λόγων ἐφεστώτων, ἀπορῶ πότερον ἀντικατηγορῶ τῶν εἰθισμένων ἀεί τι ψεύδεσθαι περί μου καὶ λέγειν ἀνεπιτήδειον τολμώντων· ἀλλʼ εἰ φανείην σπουδάζων καὶ πολλοὺς λόγους ποιούμενος περὶ ἀνθρώπων οὓς οὐδεὶς ὑπείληφεν ἀξίους εἶναι λόγου, δικαίως ἂν μωρὸς εἶναι δοκοίην.