Ancient Greek
Section 123
Isocrates, Φίλιππος 123
Not analysed yet
ταῦτα γὰρ πράξας οὐ μόνον ἐκείνους εὐδαίμονας ποιήσεις, ἀλλὰ καὶ πάντας ἡμᾶς εἰς ἀσφάλειαν καταστήσεις. ἢν δʼ οὖν τούτων διαμάρτῃς, ἀλλʼ ἐκεῖνό γε ῥᾳδίως ποιήσεις, τὰς πόλεις τὰς τὴν Ἀσίαν κατοικούσας ἐλευθερώσεις. ὅ τι δʼ ἂν τούτων πρᾶξαι δυνηθῇς ἢ καὶ μόνον ἐπιχειρήσῃς, οὐκ ἔσθʼ ὅπως οὐ μᾶλλον τῶν ἄλλων εὐδοκιμήσεις, καὶ δικαίως, ἤν περ αὐτός τʼ ἐπὶ ταῦθʼ ὁρμήσῃς καὶ τοὺς Ἕλληνας προτρέψῃς·