Ancient Greek · ~2 min
Section 146
Isocrates, Φίλιππος 146
Not analysed yet
οὐ μόνον δʼ ἐπὶ τούτων αὐτοὺς ὄψει τὴν γνώμην ταύτην ἔχοντας, ἀλλʼ ἐπὶ πάντων ὁμοίως· ἐπεὶ καὶ τὴν πόλιν ἡμῶν οὐδεὶς ἂν ἐπαινέσειεν, οὔθʼ ὅτι τῆς θαλάττης ἦρξεν οὔθʼ ὅτι τοσοῦτον πλῆθος χρημάτων εἰσπράξασα τοὺς συμμάχους εἰς τὴν ἀκρόπολιν ἀνήνεγκεν, ἀλλὰ μὴν οὐδʼ ὅτι πολλῶν πόλεων ἐξουσίαν ἔλαβε, τὰς μὲν ἀναστάτους ποιῆσαι, τὰς δʼ αὐξῆσαι, τὰς δʼ ὅπως ἐβουλήθη διοικῆσαι·