Ancient Greek · ~1 min
Section 30
Isocrates, Φίλιππος 30
Not analysed yet
ἃ μὲν οὖν ἐβουλόμην σοι προειρῆσθαι, ταῦτʼ ἐστίν. περὶ δʼ αὐτῶν τῶν πραγμάτων ἤδη ποιήσομαι τοὺς λόγους. φημὶ γὰρ χρῆναί σε τῶν μὲν ἰδίων μηδενὸς ἀμελῆσαι, πειραθῆναι δὲ διαλλάξαι τήν τε πόλιν τὴν Ἀργείων καὶ τὴν Λακεδαιμονίων καὶ τὴν Θηβαίων καὶ τὴν ἡμετέραν. ἢν γὰρ ταύτας συστῆσαι δυνηθῇς, οὐ χαλεπῶς καὶ τὰς ἄλλας ὁμονοεῖν ποιήσεις·