Ancient Greek · ~1 min
Section 3
Isocrates, Πλαταικός 3
Not analysed yet
εἰ μὲν οὖν μὴ Θηβαίους ἑωρῶμεν ἐκ παντὸς τρόπου παρεσκευασμένους πείθειν ὑμᾶς, ὡς οὐδὲν εἰς ἡμᾶς ἐξημαρτήκασι, διὰ βραχέων ἂν ἐποιησάμεθα τοὺς λόγους· ἐπειδὴ δʼ εἰς τοῦθʼ ἥκομεν ἀτυχίας ὥστε μὴ μόνον ἡμῖν εἶναι τὸν ἀγῶνα πρὸς τούτους, ἀλλὰ καὶ τῶν ῥητόρων πρὸς τοὺς δυνατωτάτους, οὓς ἀπὸ τῶν ἡμετέρων αὑτοῖς οὗτοι παρεσκευάσαντο συνηγόρους, ἀναγκαῖον διὰ μακροτέρων δηλῶσαι περὶ αὐτῶν.