Ancient Greek · ~2 min
Section 37
Isocrates, Τραπεζιτικός 37
Not analysed yet
ἐρωτῶντος γὰρ Στρατοκλέους, ὅστις αὐτῷ ἀποδώσει τὰ χρήματα, ἐὰν ὁ πατὴρ οὑμὸς μὴ ποιήσῃ τὰ ἐπεσταλμένα, αὐτὸς δʼ ἐκπλεύσας ἐνθάδʼ ἐμὲ μὴ καταλάβῃ, Πασίωνʼ αὐτῷ συνέστησα, καὶ ὡμολόγησεν οὗτος αὐτῷ καὶ τὸ ἀρχαῖον καὶ τοὺς τόκους τοὺς γιγνομένους ἀποδώσειν. δώσειν. καίτοι εἰ μηδὲν ἔκειτο παρʼ αὐτῷ τῶν ἐμῶν, οἴεσθʼ ἄν αὐτὸν οὕτω ῥᾳδίως τοσούτων χρημάτων ἐγγυητήν μου γενέσθαι; καί μοι ἀνάβητε, μάρτυρες. Μάρτυρες