Ancient Greek · ~1 min
Section 41
Isocrates, Τραπεζιτικός 41
Not analysed yet
πρὸς δὲ τούτοις εἰσφορᾶς ἡμῖν προσταχθείσης καὶ ἑτέρων ἐπιγραφέων γενομένων ἐγὼ πλεῖστον εἰσήνεγκα τῶν ξένων, αὐτός θʼ αἱρεθεὶς ἐμαυτῷ μὲν ἐπέγραψα τὴν μεγίστην εἰσφοράν, ὑπὲρ Πασίωνος δʼ ἐδεόμην τῶν συνεπιγραφέων, λέγων ὅτι τοῖς ἐμοῖς χρήμασι τυγχάνει χρώμενος. καί μοι ἀνάβητε μάρτυρες. Μάρτυρες