Ancient Greek
Section 52
Isocrates, Τραπεζιτικός 52
Not analysed yet
ἀκούσας δὲ Σάτυρος ἀμφοτέρων ἡμῶν δικάζειν μὲν οὐκ ἠξίου περὶ τῶν ἐνθάδε γενομένων συμβολαίων, ἄλλως τε καὶ μὴ παρόντος τούτου μηδὲ μέλλοντος ποιήσειν ἃ ἐκεῖνος δικάσειεν, οὕτω δὲ σφόδρʼ ἐνόμιζεν ἀδικεῖσθαί με, ὥστε συγκαλέσας τοὺς ναυκλήρους ἐδεῖτʼ αὐτῶν βοηθεῖν ἐμοὶ καὶ μὴ περιορᾶν ἀδικούμενον, καὶ πρὸς τὴν πόλιν συγγράψας ἐπιστολὴν ἔδωκε φέρειν Θενοτίμῳ τῷ Καρκίνου. καί μοι ἀνάγνωθι αὐτοῖς. Ἐπιστολή