Ancient Greek · ~2 min
Section 29
Isocrates, Πρὸς Δημόνικον 29
Not analysed yet
στέργε μὲν τὰ παρόντα, ζήτει δὲ τὰ βελτίω. μηδενὶ συμφορὰν ὀνειδίσῃς· κοινὴ γὰρ ἡ τύχη καὶ τὸ μέλλον ἀόρατον. τοὺς ἀγαθοὺς εὖ ποίει· καλὸς γὰρ θησαυρὸς παρʼ ἀνδρὶ σπουδαίῳ χάρις ὀφειλομένη. τοὺς κακοὺς εὖ ποιῶν ὅμοια πείσει τοῖς τὰς ἀλλοτρίας κύνας σιτίζουσιν· ἐκεῖναί τε γὰρ τοὺς διδόντας ὥσπερ τοὺς τυχόντας ὑλακτοῦσιν, οἵ τε κακοὶ τοὺς ὠφελοῦντας ὥσπερ τοὺς βλάπτοντας ἀδικοῦσι.