Ancient Greek · ~1 min
Section 10
Isocrates, Ἐπιστολαὶ αʹ Διονύσιῳ 10
Not analysed yet
ὥστ’ οὐδὲν ἄτοπον, εἴ τι τῶν συμφερόντων ἰδεῖν ἂν μᾶλλον δυνηθείην τῶν εἰκῇ μὲν πολιτευομένων, μεγάλην δὲ δόξαν εἰληφότων δηλώσομεν δ’ οὐκ εἰς ἀναβολάς, εἴ τινος ἄξιοι τυγχάνομεν ὄντες, ἀλλ’ ἐκ τῶν ῥηθήσεσθαι μελλόντων