Ancient Greek · ~1 min
Section 1
Isocrates, Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν 1
Not analysed yet
ἀπήγγειλέ τίς μοι τῶν πρεσβευσάντων ὡς ὑμᾶς ὅτι καλέσαντες αὐτὸν ἄνευ τῶν ἄλλων ἐρωτήσαιτ’ εἰ πεισθείην ἂν ἀποδημῆσαι καὶ διατρῖψαι παρ’ ὑμῖν. ἐγὼ δ’ ἕνεκα μὲν τῆς Ἰάσονος καὶ Πολυαλκοῦς ξενίας ἡδέως ἂν ἀφικοίμην ὡς ὑμᾶς· οἶμαι γὰρ ἂν τὴν ὁμιλίαν τὴν γενομένην ἅπασιν ἡμῖν συνενεγκεῖν· ἀλλὰ γὰρ ἐμποδίζει με πολλά,