Ancient Greek
Section 13
Isocrates, Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν 13
Not analysed yet
καὶ γὰρ ἐκεῖνοι τὰς μὲν πονηρίας τὰς τῶν πραγμάτων οὐκ ἀγνοοῦσιν, ἐλπίζουσι δ’ ὅσον μὲν ἀγαθόν ἐστιν ἐν αὐτοῖς, τοῦτο μὲν ἐκλήψεσθαι, τὰ δὲ δεινὰ πάντα τὰ προσόντα τῷ πράγματι καὶ τὰ κακὰ διαφεύξεσθαι, καὶ διοικήσειν τὰ περὶ σφᾶς αὐτοὺς οὕτως, ὥστε τῶν μὲν κινδύνων εἶναι πόρρω, τῶν δ’ ὠφελειῶν ἐγγύς.