Ancient Greek · ~2 min
Section 4
Isocrates, Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν 4
Not analysed yet
οὐ μὴν περὶ τῶν ἐμαυτοῦ μόνον ἐπιστείλας οἶμαι δεῖν ἀμελῆσαι τῶν ὑμετέρων, ἀλλ’ ἅπερ ἂν παραγενόμενος πρὸς ὑμᾶς διελέχθην, πειράσομαι καὶ νῦν περὶ τῶν αὐτῶν τούτων ὅπως ἂν δύνωμαι διεξελθεῖν. μηδὲν δ’ ὑπολάβητε τοιοῦτον, ὡς ἄρ’ ἐγὼ ταύτην ἔγραψα τὴν ἐπιστολὴν οὐχ ἕνεκα τῆς ὑμετέρας ξενίας, ἀλλ’ ἐπίδειξιν ποιήσασθαι βουλόμενος. οὐ γὰρ εἰς τοῦθ’ ἥκω μανίας ὥστ’ ἀγνοεῖν ὅτι κρείττω μὲν γράψαι τῶν πρότερον διαδεδομένων οὐκ ἂν δυναίμην, τοσοῦτον τῆς ἀκμῆς ὑστερῶν, χείρω δ’ ἐξενεγκὼν πολὺ φαυλοτέραν ἂν λάβοιμι δόξαν τῆς νῦν ἡμῖν ὑπαρχούσης.