Ancient Greek
Section 9
Isocrates, Ἐπιστολαὶ ςʹ Τοῖς Ἰάσονος παισίν 9
Not analysed yet
ἂν μὴ τοῦτο πρῶτον μετὰ πολλῆς προνοίας λογίσησθε καὶ βουλεύσησθε, πῶς χρὴ τὸν ἐπίλοιπον χρόνον ὑμῶν αὐτῶν προστῆναι καὶ τίνα βίον προελέσθαι καὶ ποίας δόξης ὀριγνηθῆναι καὶ ποτέρας τῶν τιμῶν ἀγαπῆσαι, τὰς παρ’ ἑκόντων γιγνομένας ἢ τὰς παρ’ ἀκόντων τῶν πολιτῶν· ταῦτα δὲ διορισαμένους τότ’ ἤδη τὰς πράξεις τὰς καθ’ ἑκάστην τὴν ἡμέραν σκεπτέον, ὅπως συντενοῦσι πρὸς τὰς ὑποθέσεις τὰς ἐξ ἀρχῆς γενομένας.