Ancient Greek · ~1 min
Section 2
Isocrates, Πρὸς Νικόκλεα 2
Not analysed yet
ἡγησάμην δʼ ἂν γενέσθαι ταύτην καλλίστην δωρεὰν καὶ χρησιμωτάτην καὶ μάλιστα πρέπουσαν ἐμοί τε δοῦναι καὶ σοὶ λαβεῖν, εἰ δυνηθείην ὁρίσαι ποίων ἐπιτηδευμάτων ὀρεγόμενος καὶ τίνων ἀπεχόμενος ἄριστʼ ἂν καὶ τὴν πόλιν καὶ τὴν βασιλείαν διοικοίης. τοὺς μὲν γὰρ ἰδιώτας ἐστὶ πολλὰ τὰ παιδεύοντα, μάλιστα μὲν τὸ μὴ τρυφᾶν ἀλλʼ ἀναγκάζεσθαι περὶ τοῦ βίου καθʼ ἑκάστην τὴν ἡμέραν βουλεύεσθαι,