Ancient Greek · ~1 min
Section 29
Isocrates, Πρὸς Νικόκλεα 29
Not analysed yet
ταῖς αὐταῖς κόλαζε ζημίαις τοὺς ψευδῶς διαβάλλοντας, αἷσπερ τοὺς ἐξαμαρτάνοντας. ἄρχε σαυτοῦ μηδὲν ἧττον ἢ τῶν ἄλλων, καὶ τοῦθʼ ἡγοῦ βασιλικώτατον, ἂν μηδεμιᾷ δουλεύῃς τῶν ἡδονῶν, ἀλλὰ κρατῆς τῶν ἐπιθυμιῶν μᾶλλον ἢ τῶν πολιτῶν. μηδεμίαν συνουσίαν εἰκῇ προσδέχου μηδʼ ἀλογίστως, ἀλλʼ ἐπʼ ἐκείναις ταῖς διατριβαῖς ἔθιζε σαυτὸν χαίρειν, ἐξ ὧν αὐτός τʼ ἐπιδώσεις καὶ τοῖς ἄλλοις βελτίων εἶναι δόξεις.