Ancient Greek · ~1 min
Section 40
Isocrates, Πρὸς Νικόκλεα 40
Not analysed yet
καὶ μὴ θαυμάσῃς, εἰ πολλὰ τῶν λεγομένων ἐστὶν ἃ καὶ σὺ γιγνώσκεις· οὐδὲ γὰρ ἐμὲ τοῦτο παρέλαθεν, ἀλλʼ ἠπιστάμην ὅτι τοσούτων ὄντων τὸ πλῆθος καὶ τῶν ἄλλων καὶ τῶν ἀρχόντων οἱ μέν τι τούτων εἰρήκασιν, οἱ δʼ ἀκηκόασιν, οἱ δʼ ἑτέρους ποιοῦντας ἑωράκασιν, οἱ δʼ αὐτοὶ τυγχάνουσιν ἐπιτηδεύοντες.