Ancient Greek · ~1 min
Section 44
Isocrates, Πρὸς Νικόκλεα 44
Not analysed yet
ἔτι δʼ εἴ τις ἐκλέξειε τῶν προεχόντων ποιητῶν τὰς καλουμένας γνώμας, ἐφʼ αἷς ἐκεῖνοι μάλιστʼ ἐσπούδασαν, ὁμοίως ἂν καὶ πρὸς ταύτας διατεθεῖεν· ἥδιον γὰρ ἂν κωμῳδίας τῆς φαυλοτάτης ἢ τῶν οὕτω τεχνικῶς πεποιημένων ἀκούσαιεν. καὶ τί δεῖ καθʼ ἓν ἕκαστον λέγοντα διατρίβειν;