Ancient Greek · ~1 min
Section 54
Isocrates, Πρὸς Νικόκλεα 54
Not analysed yet
ἐγὼ μὲν οὖν ἅ τε γιγνώσκω παρῄνεκα, καὶ τιμῶ σε τούτοις οἷς τυγχάνω δυνάμενος· βούλου δὲ καὶ τοὺς ἄλλους, ὅπερ εἶπον ἀρχόμενος, μὴ τὰς εἰθισμένας ἄγειν σοι δωρεάς, ἃς ὑμεῖς πολὺ πλείονος ἀγοράζετε παρὰ τῶν διδόντων ἢ παρὰ τῶν πωλούντων, ἀλλὰ τοιαύτας, αἷς κἂν σφόδρα χρῇ καὶ μηδεμίαν ἡμέραν διαλείπῃς, οὐ κατατρίψεις, ἀλλὰ μείζους καὶ πλείονος ἀξίας ποιήσεις.