Ancient Greek · ~1 min
Section 10
Isocrates, Ἐπιστολαὶ βʹ Φιλίππῳ α΄ 10
Not analysed yet
μηδ’ ἐπιθυμεῖν τοιαύτης δόξης, ἧς πολλοὶ καὶ τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων τυγχάνουσιν, ἀλλὰ τῆς τηλικαύτης τὸ μέγεθος, ἣν μόνος ἂν τῶν νῦν ὄντων κτήσασθαι δυνηθείης· μηδ’ ἀγαπᾶν λίαν τὰς τοιαύτας ἀρετὰς ὧν καὶ τοῖς φαύλοις μέτεστιν, ἀλλ’ ἐκείνας ὧν οὐδεὶς ἂν πονηρὸς κοινωνήσειεν·