Ancient Greek · ~1 min
Section 12
Isocrates, Ἐπιστολαὶ βʹ Φιλίππῳ α΄ 12
Not analysed yet
πρὸ πολλοῦ δ’ ἂν ἐποιησάμην ἐπιστεῖλαί σοι ταῦτα πρὸ τῆς στρατείας, ἵν’ εἰ μὲν ἐπείσθης, μὴ τηλικούτῳ κινδύνῳ περιέπεσες, εἰ δ’ ἠπίστησας, μὴ συμβουλεύειν ἐδόκουν ταὐτὰ τοῖς ἤδη διὰ τὸ πάθος ὑπὸ πάντων ἐγνωσμένοις, ἀλλὰ τὸ συμβεβηκὸς ἐμαρτύρει τοὺς λόγους ὀρθῶς ἔχειν τοὺς ὑπ’ ἐμοῦ περὶ αὐτῶν εἰρημένους.