Ancient Greek · ~2 min
Section 3
Isocrates, Ἐπιστολαὶ βʹ Φιλίππῳ α΄ 3
Not analysed yet
οὐδεὶς γὰρ ἔστιν, ὅστις οὐ κατέγνω προπετέστερόν σε κινδυνεύειν ἢ βασιλικώτερον, καὶ μᾶλλόν σοι μέλειν τῶν περὶ τὴν ἀνδρίαν ἐπαίνων ἢ τῶν ὅλων πραγμάτων. ἔστι δ’ ὁμοίως αἰσχρὸν περιστάντων τε τῶν πολεμίων μὴ διαφέροντα γενέσθαι τῶν ἄλλων, μηδεμιᾶς τε συμπεσούσης ἀνάγκης αὑτὸν ἐμβαλεῖν εἰς τοιούτους ἀγῶνας, ἐν οἷς κατορθώσας μὲν οὐδὲν ἂν ἦσθα μέγα διαπεπραγμένος, τελευτήσας δὲ τὸν βίον ἅπασαν ἂν τὴν ὑπάρχουσαν εὐδαιμονίαν συνανεῖλες.